Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.120 Joseph. AJ 4.125 (English) >>Joseph. AJ 4.130

4.123νῦν δέ, χαρίζεσθαί τε γὰρ αὐτῷ σοὶ διὰ σπουδῆς ἐστί μοι καὶ Μαδιηνίταις, ὧν ἀπώσασθαί μοι τὴν ἀξίωσιν οὐκ εὐπρεπές, φέρε βωμούς τε ἑτέρους αὖθις ἐγείρωμεν καὶ θυσίας ταῖς πρὶν παραπλησίας ἐπιτελέσωμεν, εἰ πεῖσαι τὸν θεὸν δυνηθείην ἐπιτρέψαι μοι τοὺς 4.124ἀνθρώπους ἀραῖς ἐνδῆσαι.” συγχωρήσαντος δὲ τοῦ Βαλάκου δὶς μὲν τεθυκότι τὸ θεῖον οὐκ ἐπένευσε τὰς κατὰ τῶν Ἰσραηλιτῶν ἀράς, θύσας δὲ καὶ τρίτον ἄλλων πάλιν ἀνασταθέντων βωμῶν οὐδὲ τότε μὲν κατηράσατο τοῖς Ἰσραηλίταις, 4.125πεσὼν δʼ ἐπὶ στόμα πάθη προύλεγεν ὅσα τε βασιλεῦσιν ἔσται καὶ ὅσα πόλεσι ταῖς ἀξιολογωτάταις, ὧν ἐνίαις οὐδʼ οἰκεῖσθαί πω συνέβαινε τὴν ἀρχήν, τε καὶ προϋπῆρξεν ἐν τοῖς ἔμπροσθεν χρόνοις γενόμενα τοῖς ἀνθρώποις διὰ γῆς θαλάσσης εἰς μνήμην τὴν ἐμήν. ἐξ ὧν ἁπάντων λαβόντων τέλος ὁποῖον ἐκεῖνος προεῖπε τεκμαίροιτʼ ἄν τις, τι καὶ ἔσοιτο πρὸς τὸ μέλλον. 4.126

Βάλακος δὲ ἀγανακτήσας ἐπὶ τῷ μὴ καταράτους γενέσθαι τοὺς Ἰσραηλίτας ἀποπέμπει τὸν Βάλαμον μηδεμιᾶς τιμῆς ἀξιώσας· δὲ ἀπιὼν ἤδη κἀπὶ τῷ περαιοῦν τὸν Εὐφράτην γενόμενος τόν τε Βάλακον μεταπεμψάμενος καὶ τοὺς ἄρχοντας τῶν ΜαδιηνιτῶνΒάλακε, 4.127φησί, καὶ Μαδιηνιτῶν οἱ παρόντες, χρὴ γὰρ καὶ παρὰ βούλησιν τοῦ θεοῦ χαρίσασθαι ὑμῖν, τὸ μὲν Ἑβραίων γένος οὐκ ἂν ὄλεθρος παντελὴς καταλάβοι οὔτʼ ἐν πολέμῳ οὔτʼ ἐν λοιμῷ καὶ σπάνει τῶν ἀπὸ γῆς καρπῶν, οὔτʼ ἄλλη τις αἰτία παράλογος διαφθείρειεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.120 Joseph. AJ 4.125 (English) >>Joseph. AJ 4.130

Powered by PhiloLogic